Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.129 Joseph. AJ 2.134 (English) >>Joseph. AJ 2.138

2.132τὴν δὲ ζήτησιν ποιούμενοι καὶ πάντας τοὺς ἄλλους ἐκπεριελθόντες κατὰ τὴν ἔρευναν ἐπὶ τὸν τελευταῖον Βενιαμὶν ἧκον οὐκ ἀγνοοῦντες, ὅτι εἰς τὸ ἐκείνου σακκίον τὸν σκύφον εἶεν ἀποκεκρυφότες, ἀλλʼ ἀκριβῆ τὴν ζήτησιν βουλόμενοι ποιεῖσθαι δοκεῖν. 2.133οἱ μὲν οὖν ἄλλοι τοῦ κατʼ αὐτοὺς ἀπηλλαγμένοι δέους ἐν τῇ περὶ τὸν Βενιαμὶν φροντίδι τὸ λοιπὸν ἦσαν, ἐθάρρουν δʼ ὡς οὐδʼ ἐν ἐκείνῳ τῆς κακουργίας εὑρεθησομένης ἐκάκιζόν τε τοὺς ἐπιδιώξαντας ὡς ἐμποδίσαντας αὐτοῖς τὴν ὁδὸν δυναμένοις ἤδη προκεκοφέναι. 2.134ὡς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον ἐρευνῶντες λαμβάνουσι τὸν σκύφον εἰς οἰμωγὰς καὶ θρήνους εὐθὺς ἐτράπησαν καὶ τὰς στολὰς ἐπικαταρρήξαντες ἔκλαιόν τε τὸν ἀδελφὸν ἐπὶ τῇ μελλούσῃ κολάσει τῆς κλοπῆς αὐτούς τε διαψευσομένους τὸν πατέρα περὶ τῆς Βενιαμὶν σωτηρίας. 2.135ἐπέτεινε δὲ τὸ δεινὸν αὐτοῖς καὶ τὸ δόξαντας ἤδη διαφυγεῖν τὰ σκυθρωπὰ διαφθονηθῆναι, τῶν δὲ περὶ τὸν ἀδελφὸν κακῶν καὶ τῆς τοῦ πατρὸς ἐπʼ αὐτῷ λύπης ἐσομένους αὑτοὺς αἰτίους ἔλεγον βιασαμένους ἄκοντα τὸν πατέρα συναποστεῖλαι. 2.136

Οἱ μὲν οὖν ἱππεῖς παραλαβόντες τὸν Βενιαμὶν ἦγον πρὸς Ἰώσηπον καὶ τῶν ἀδελφῶν ἑπομένων, δὲ τὸν μὲν ἰδὼν ἐν φυλακῇ, τοὺς δʼ ἐν πενθίμοις σχήμασι, “τί δή, φησίν, κάκιστοι, φρονήσαντες περὶ τῆς ἐμῆς φιλανθρωπίας περὶ τοῦ θεοῦ τῆς προνοίας



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.129 Joseph. AJ 2.134 (English) >>Joseph. AJ 2.138

Powered by PhiloLogic